Ancient Greek
Chrest.Wilck. 166
Documentary Papyri, Chrest.Wilck. 166
Not analysed yet
Πτολεμαίωι ἐπιμελητῆι παρὰ Θεοφίλου τοῦ παρʼ Ἀντικλέους πρὸς τῆι ἐξαγωγῆι τοῦ σίτου ἐν τῶι Ἀρσινοίτηι βασιλικοῦ τῶν διʼ αὐτοῦ πλοίων. Πινῦρις καὶ Ἐριανοῦπις καὶ ναυπηγοὶ γινόμενοι ἐν τῶι Ἀρσινοίτηι πρὸς τῆι ἐπισκευῆι τῶν ἐξαγουσῶν προσαγωγίδων τὸν βασιλικὸν σῖτον προλαβόντες παρά τε Πτολεμαίου τοῦ Ἀσκληπιάδου …εἰς ἔργα τῶν καινῶν πλοίων καὶ ελω… εἰς τὴν ἐπισκευὴν τῶν διʼ Ἀντικλέους ἐξεδήμησαν εἰς Ἡρακλέους πόλιν καὶ συνέσχεν αὐτοὺς Ἡρακλείδης ὁ ἀρχιφυλακίτης. Πτολεμαίου δὲ ἐντυχόντος Ἡρακλείδηι τῶι οἰκονόμωι καὶ τὴν χρείαν προφερομένου ἔγραψεν Ἡρακλείδηι τῶι ἀρχιφυλακίτηι διέσθαι αὐτοὺς, ἐπεὶ καὶ αὐτὸς ἀπέσχον τοῦ ἐντυχεῖν. νυνὶ δὲ πυνθάνομαι τὸν Ἡρακλείδην μὴ προσεσχηκέναι τῆι Ἡρακλείδου τοῦ οἰκονόμου ἐπιστολῆι τοῦ διέσθαι, ἐὰν μὴ ἢ σὺ ἢ ὁ διοικητὴς αὐτῶι γράψηι. ἵνα οὖν μὴ ἡ ἐξαγωγὴ τοῦ σίτου ἐπισταθῆι τῶν πλοίων μὴ ἐπισκευαζομένων ὑπὸ χεῖρα καὶ ταῦτα ἱκανοῦ τινος πλήθους ἐπιπεπτωκότος ἀπό τε τοῦ ἀγοραστοῦ καὶ τοῦ φορικοῦ, ἀλλ… πλοίωι ἢ διότι ἔξεστιν παραδοθη ἀξιῶ σε ἐάν σοι φαίνηται συντάξαι γράψαι Ἡρακλείδηι τῶι ἐν τῶι Ἡρακλεοπολίτηι ἀρχιφυλακίτηι διέσθαι αὐτοῦς, ὅπως γίνωνται πρὸς τῆι χρείαι καὶ μὴ ἀργῆι τὰ πλοῖα. οἶμαι γὰρ μηδὲ σὲ ἀγνοεῖν, ὅτι τοῦ ὑπο… σίτου ἐπὶ τῶι εν…αν καὶ Βουκόλων κώμης ἀποδοχίωι, ἐὰν διʼ ὑποζυγίων ἐξαχθῆι ,διάφορον ἂν εν… παρὰ τὰς ρ ἀρτάβας ε δραχμῶν.