Ancient Greek
Chrest.Wilck. 174
Documentary Papyri, Chrest.Wilck. 174
Not analysed yet
Αὐρήλιος Οὐίκτωρ Ἰουλίωι Πολυδεύκει τῶι τιμιωτάτωι χαίρειν. πάντα τὸν πόρον Φλαουίου Ἑρμαΐσκου γενομένου μισθωτοῦ οὐσίας Ἐμβρῆ χρεώστου τοῦ ταμιείου φρόντισον ἀναζητῆσαι καὶ ἐν ἀσφαλεῖ ποιῆσαι ἐμοί τε δηλῶσαι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Παῦνι β. Ἰουλίωι Πολυδεύκει κορνικουλαρίωι ἐπιτρόπου Ἑρμοῦ ἐπιστρατήγου …αβ…λων