Ancient Greek
Chrest.Wilck. 187
Documentary Papyri, Chrest.Wilck. 187
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου τοῦ λαμπροτάτου Ἁθὺρ ιδ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχείας Θηβαΐδος Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαΐδος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσιν ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυΐου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρά σου χρυσοῦ νομισμάτια δεσποτικὰ ἁπλᾶ ἄνευ σταθμοῦ καὶ ὀβρύζης καὶ ἀναλώματος ἀριθμῷ ἑβδομήκοντα δύο τὰ λογισθέντα ὑπὲρ τῆς μεγάλης Ἑρμοῦ πόλεως εἰς λόγον χρυσοῦ τειρώνων τῶν παλαιῶν χρόνων, γίνεται χρυσοῦ νομισμάτια οβ καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἆπις ὁ προκείμενος ὑπεδεξάμην χρυσοῦ νομισμάτια ἑβδομήκοντα δύο ἁπλᾶ ἄνευ σταθμοῦ καὶ ὀβρύζης καὶ ἀναλώματος καὶ ἐξεδόμην τὴν ἀποχὴν ὡς πρόκειται. διʼ ἐμοῦ Ἀντινόου ἐτελειώθη ἀποχὴ τοῦ χρυσώνου Ἄπιτος νομισματίων οβ Ἁθὺρ ιδ.