Ancient Greek
Chrest.Wilck. 192
Documentary Papyri, Chrest.Wilck. 192
Not analysed yet
Στοτοήτι Ἀπύγχεως καὶ Στοτοήτι Στοτοήτιος πρεσβυτέρου τοῖς δυσὶ μισθωταῖς ἐποικίου Πισάιτος Σοκνοπαίου θεοῦ μεγάλου παρὰ Ἑριέως τοῦ Ἑριέως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν ἀφʼ ὧν καὶ ὑμεῖς ἔχετε ἐν μισθώσει ἐν τῶι ἐποικίωι θησαυρὸν ἐνεργὸν στεγνὸν καὶ τεθυρομένον, ἐν ὧι πύργος καὶ αὐλὴ καὶ ταμιεῖα πέντε καὶ νούβεσι καὶ σιροῖς καὶ τοῖς λοιποῖς χρηστηρίοις πᾶσι ἐφʼ ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, φόρου τοῦ παντὸς πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν τεσσαράκοντα πέντε μέτρωι τετάρτωι θεοῦ Σοκνοπαίου ἀκινδύνων καὶ ἀνυπολόγων, τῆς δὲ τοῦ θησαυροῦ ἐπισκευῆς ἢ καὶ ἀνοικοδομῆς οὔσης πρὸς ἡμᾶς τοὺς περὶ τὸν Στοτοῆτιν, τῆς δὲ κονιάσεως καὶ τηρήσεως εἰσαγομένων γενημάτων ὄντων πρὸς ἐμὲ τὸν Ἑριέα. ἔτι δὲ καὶ παρέξομαι ἡμῖν ταμιεῖον ἐν τῶι θησαυρῶι ἄνευ ἐνοικίου καὶ παντὸς τελέσματος, τὸν δὲ φόρον ἀποδώσω ἐν μηνὶ Καισαρίωι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους, χωρὶς ἄλλων ὧν ἔχω ἐν τῶι ἐποικίωι ἐν μισθώσει μισθωμάτων, …παραδόσθαι τὸν θησαυρὸν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραισι καὶ κλεισὶ, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις. Ἑριεὺς Ἑριέως ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου ϛ.