Ancient Greek
Chrest.Wilck. 200 a
Documentary Papyri, Chrest.Wilck. 200a
Not analysed yet
Ἀπολλωνίῳ κωμογραμματεῖ Θεαδελφείας παρὰ Πνεφερῶτος τοῦ Φανεμιέως δημοσίου γεωργοῦ ἐτῶν ξγ μελάνχρως στρογγυλοπροσώπου οὐλὴ ὀφθαλμῷ δεξιῷ. ἀπογράφομαι ἐμαυτὸν εἰς τὸ ια ἔτος Καίσαρος τελῶν σύνταξιν, ἐν δὲ τῶι Ἐσενρεμφιήωι καταγίνομαι. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα, ὅπως καταχωρισθῇ. ἔτους ια Καίσαρος Μεχὶρ γ. ἐπιδέδοται ἔτους ια Καίσαρος Παχὼν β.