Ancient Greek
Chrest.Wilck. 206
Documentary Papyri, Chrest.Wilck. 206
Not analysed yet
λαογράφῳ Παμμένους Παραδείσου παρὰ Αὐρηλίων Πετσείριος καὶ Ἀφύγχιος ἀμφότερων Ἀφύγχιος τοῦ Πετσείριος μητρὸς Τααφύγχιος ἀπὸ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Βασιλέως τοῦ λαμπροτάτου ἡγεμονεύσνατος ἀπογραφόμεθα πρὸς τὴν τοῦ διελθόντος α ἔτους Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων Σεβαστῶν κατʼ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον ἡμῖν μέρος οἰκίας καὶ τῶν ταύτης χρηστηρίων πάντων πρότερον τῆς κατὰ διαδοχὴν κληρονομηθείσης ὑφʼ ἡμῶν Ἁρσεῖτος, εἰς ὃ ἀπογραφόμεθα· Πετσεῖρις Ἀφύγχιος τοῦ Πετσείριος μητρὸς Τααφύγχιος δωδεκάδραχμος ἄτεχνος ἄσημος ἐτῶν κζ Ἀφῦγχις ἀδελφὸς γονέων τῶν αὐτῶν δωδεκάδραχμος ἄσημος ἔτῶν κϛ. Σιλβανὸς οἰκογενὴς δοῦλος Ἀφύγχιος Ἀφύγχιος κατὰ τὸ τρίτον ἄτεχνος ἄσημος ἐτῶν ιθ. προσγίνονται πρώτως Μουσῆς δοῦλος τοῦ αὐτοῦ Ἀφύγχιος κατὰ τὸ τρίτον ἐκ δούλης Σινθώνιος ἄτεχνος ἄσημος ἐτῶν γ. Μᾶρκος ὁμοίως οἰκογενὴς δοῦλος τοῦ αὐτοῦ ὁμοίως κατὰ τὸ τρίτον ἐκ δούλης τῆς αὐτῆς ἄτεχνος ἄσημος α ἔτους Μᾶρκον νεώτερον δοῦλον ἡμῶν δηλωθέντα ἐκλελύσθαι καὶ ἠλευθερῶσθαι …Σινθῶνις οἰκογενὴς δούλη τοῦ αὐτοῦ Ἀφύγχιος κατὰ τὸ τρίτον ἄτεχνος ἄσημος ἐτῶν κδ. Εἰρήνη οἰκογενὴς δούλη τοῦ αὐτοῦ Ἀφύγχιος κατὰ τὸ τρίτον ἐκ δούλης Σινθώνιος ἄσημος ἐτῶν ε. καὶ ὀμνύομεν τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Παχὼν. Αὐρήλιοι Πετσεῖρις καὶ Ἀφῦγχις ἐπιδεδώκαμεν καὶ ὠμόσαμεν τὸν ὅρκον Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀπεγράφη παρὰ λαογράφῳ Παμμένους Παραδείσου.