Ancient Greek
Chrest.Wilck. 217
Documentary Papyri, Chrest.Wilck. 217
Not analysed yet
παρετέθη παρὰ Ἀπολλωνίου Εὐτυχίδου τοῦ καὶ Ὡρίωνος Ἀπολλωνίου μητρὸς Τερεῦτος Ἀθηναίου ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς, εἰ μητροπολῖται δωδεκάδραχμοί εἰσιν, ἐτάγη ἐπʼ ἀμφόδου Δεκάτης Σαραπίων οἰκογενὴς δοῦλός μου καὶ τῆς ὁμογνησίας μου ἀδελφῆς Ἑλένης τῆς καὶ Ἀθηναίδος πρότερον τοῦ ἀμφοτέρων πατρὸς Εὐτυχίδου τοῦ καὶ Ὡρίωνος ἐκ δούλης Λήδας προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ διελθόντι ιβ ἔτει. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ αὐτὸν εἶναι δωδεκάδραχμον καὶ ἐμὲ ὁμοίως εἶναι δωδεκάδραχμον ἀναγραφόμενον διὰ λαογραφίας τοῦ αὐτοῦ διελθόντος ιβ ἔτους ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ καὶ ὀμνύω τὴν τοῦ κυρίου ἡμῶν Αὐρηλίου Ἀντωνίνου Καίσαρος τύχην μὴ ἐψεῦσθαι. ἔτους ιγ Αὐτοκράτορος …