Ancient Greek
Chrest.Wilck. 224 a
Documentary Papyri, Chrest.Wilck. 224a
Not analysed yet
ἔτους ιδ Φαῶφι λ. Ἀπολλωνίωι ἐπιμελητῆι παρὰ Σεβθῶτος τῆς Ὥρου. ἀπεγραψάμην τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ αὐλὴν τὴν οὖσαν ἐν Μούχει τῆς Πολέμωνος μερίδος τῆι κ… τοῦ αὐτοῦ μηνὸς τιμησαμένη δραχμῶν ἑκατὸν γίνονται ρ. ἀξιῶ οὖν σοι δοθῆναι τὰ γραφέντα, ἵνα τάξωμαι τὰ καθήκοντα τέλη τούτων