Ancient Greek
Chrest.Wilck. 228
Documentary Papyri, Chrest.Wilck. 228
Not analysed yet
ροε ἔτους ιε καὶ ἔτους ιδ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ζ ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Χοίακ κδ· Ἰουλίωι Ἀλεξάνδρωι τῶι διασημοτάτωι κηνσίτορι παρὰ Αὐρηλίας Τινούτιος Βήκιος ἀπὸ κώμης Ὅρμου. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀπογράφομαι ἔχειν με περὶ πρακτορίαν κώμης …μ…ς ἐν τῇ Περὶ πόλιν κάτω ἐκ τοῦ Θόαντος κλήρου ἰδιωτικῆς ἐσπαρμένης …ἄρουραι . καὶ ἐξόμνυμι τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην ἐξ ἀληθείας καὶ πιστῶς τὴν ἀπογραφὴν πεποιῆσθαι καὶ οὐδὲν τὸ σύνολον κεκακουργηκέναι ἢ παραλελοιπέναι εἰ δὲ μὴ ἔσομαι ὑπεύθυνος τῷ σεβασμίῳ ὅρκῳ. καὶ πρὸς τοῦτο ἐπερωτηθεῖσα ὡμολόγησα. διευτύχει. Αὐρηλία Τινοῦτις ἀπεγραψάμην ὀμνύουσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἀνίκητος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. legi. διὰ κολλήματος ροθ