Ancient Greek
Chrest.Wilck. 251
Documentary Papyri, Chrest.Wilck. 251
Not analysed yet
…ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν …νυν… ἀπὸ τοῦ Ἀρσινοίτου καὶ προσελθόντων Λονγεῖνος ῥήτωρ εἶπεν· …οἱ μὲν εἰσὶ γναφεῖς οἱ δὲ βαφεῖς τὴν ἐργασίαν, δίδονται δὲ ὑπὲρ τέλους …χειρωναξίου ὑπὸ μὲν τῶν γναφέων ἐτήσιαι δραχμαὶ χίλιαι ἐνενήκοντα δύο ὑπὸ δὲ τῶν βαφέων διακόσιαι ὀγδοήκοντα ὀκτὼ κατὰ τὸν γνώμονα καὶ τὴν συνήθειαν. Μαξίμου δέ τινος κατασταθέντος ἐξεταστοῦ ἐν πλέονι αὐτοὺς ἢ ἔδει παραγράψαντος ἐνέτυχον τῷ ἡγεμόνι καὶ ἀνέπεμψεν αὐτοὺς ἐπὶ Κράσσον τὸν κράτιστον διοικητήν, ὃς μεταπεμψάμενος τὸν τοῦ νομοῦ ἐγλογιστὴν ἐκέλευσεν αὐτὸν εἰκοσαετίαν τὴν ὑπὸ χεῖρα ἐπισκέψασθαι, προσφωνήσαντός τε αὐτοῦ μηδὲν πλέον δεδόσθαι τοῦ κατὰ τὸν γνώμονα κατὰ ταῦτα ἠθέλησεν αὐτοὺς τὴν ἀπόδοσιν ποιήσασθαι καὶ οὕτως μέχρι τούτου ἀπέδοσαν. ἐπεὶ οὖν νῦν κατασταθείς τις ἐπιτηρητὴς τέλους χειρωναξίου βούλεται πλέον ἢ κατὰ τὸν γνώμονα αὐτοὺς ἀπαιτεῖν ἐνέτυχον τῷ στρατηγῷ παρατιθέμενοι …καὶ ἐπεὶ μηδὲν ὑπὸ τοῦ στρατηγοῦ ἐποιήθη ἐδέησεν αὐτοὺς ἐντυχεῖν σοι. Πρώταρχος ῥήτωρ εἶπεν· …κατὰ τὰ δόξαντα Κράσσῳ …τ… ἐξετάσεως ἤχθη περὶ τούτου εἶδος τῷ κρατίστῳ Λιβεράλι καὶ ὑπέγραψεν μὴ ἀπαιτεῖν. Σευηριανὸς εἶπεν· παρόντος τοῦ ἐγλογιστοῦ ὃς καὶ ἐντευξε…ν τὸν ὲγλογιστὴν …ἀνέγνων. …των …ξ… βαφέων καὶ γναφέων ἀπὸ τοῦ Ἀρσινοείτου παρόντος Ἑρμίου τοῦ ἐγλογιστοῦ τοῦ Ἀρσινοείτου Λονγεῖνος ῥήτωρ εἶπεν· ἐχθὲς ἐνέτυχόν σοι οἱ συνηγορούμενοι …περὶ ὧν οὐ δεόντως ἀπαιτοῦνται ὑπὸ ἐπιτηρητοῦ ἀσχολήματος χειρωναξίου καὶ ἐπὶ ε… ἦχθαι τῷ κρατίστῳ Λιβεράλι καὶ ὑπογεγράφθαι περὶ πλέονος πρὸς αὐτοὺς μὴ ζητεῖσθαι …τὸ ἀκριβὲς μάθῃς. δεόμεθα οὖν παρόντα αὐτὸν …Ἑρμίου ἀναγνόντος τὸ ἀχθὲν εἶδος Λιβεράλι Σευηριανὸς εἶπεν· …τ…υν…ος τοῦ ἐπιτηρητοῦ τῷ κρατίστῳ ἐπιστρατήγῳ. …ἀνέγνων.