Ancient Greek
Chrest.Wilck. 272
Documentary Papyri, Chrest.Wilck. 272
Not analysed yet
Σοκμῆνις Σοκμήνεως καὶ Ἀπίων Ἡρακλείδου καὶ Ἁτρῆς Πεθέως καὶ Ἀπολλώνιος Διοδώρου καὶ Πασόξις Ἡρᾶτος καὶ Ὡρίων Ὡρίωνος καὶ Πτολλίων Χαιρήμονος καὶ Ἥρων Καλλίου καὶ Ἥρων Ἡρακλείδου καὶ Σαραπᾶς Μύσθου καὶ οἱ λοιποὶ πρεσβύτεροι κώμης Καρανίδος τοῦ κ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ὡρίωνι Ὡρίωνος χαίρειν. ἐπεὶ συνεστάκαμέν σοι ἀνθʼ ὑμῶν πρακτορεύειν καὶ χειρίζειν τήν τε ζυτηρὰν καὶ φόρον προβάτων καὶ ἄλλων εἰδῶν τῆς αὐτῆς κώμης, ἐπρακτόρευσας καὶ ἐχείρισας μέχρι ἕως Φαῶφι μηνὸς τοῦ κα ἔτους καὶ αὐτοῦ τοῦ Φαῶφι, τὰς μὲν τῆς ζυτηρᾶς ἐπὶ τὴν δημοσίαν τράπεζαν, τὰς δὲ τοῦ φόρου τῶν προβάτων εἰς τὴν ἐπὶ τούτοις τράπεζαν, καὶ οὐδέν σοι ἐνκαλοῦμεν περὶ τούτων. Πασόξις Ἡρᾶτος διὰ τοῦ πατρὸς Ἡρᾶς οὐδὲν ἐγκαλῶ καθὼς πρόκειται. Ἀπολλώνιος Διοδώρου οὐδὲν ἐνκαλῶ. Ἀπίων Ἡρακλείδου οὐδὲν ἐνκαλῶ καθὼς πρόκειται.