Ancient Greek
281.4.35 to 281.5.63
Documentary Papyri, Chrest.Wilck. 281.4.35-281.5.63
Not analysed yet
ερ…εραν ποιήσασθαι καὶ παραστῆσαι τὴν τῶν εἰσπραχθέντων αἰκίαν πρὸ τῆς ἀφίξεως τοῦ δικαστηρίου ἢ γίγνωσκε ὡς εἴ τι παραλελοιπὼς ὀφθείης τοῦτό τε κατάδηλον καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων καὶ τῶν ἐντυγχανόντων γένοιτο, ὡς λίτραν χρυσίου ταῖς ταμιακαῖς ψήφοις δοῦναι προσταχθήσει. Οὐαλερίῳ χαμαιδικαστῇ Ὀάσεως. τὴν συνήθη πρόνοιαν οἱ κύριοί μου καὶ θαυμασιώτατοι ἔπαρχοι τῶν συντελεσμάτων …ι…ων καὶ πᾶσαν ἐπήρειαν περὶ τὰς γιγνομένας δημοσίας καταβολὰς ἀποκινηθῆναι τῶν συντελούντων προσέταξαν, καὶ πρόκειται μὲν ἐν τῷ δημοσίῳ τὸ περὶ τούτου ἀποσταλὲν τῆς τοσαύτης ἐξουσίας πρόσταγμα. σοὶ δὲ παρεγγυᾶ τὸ δικαστήριον ἐν ξυλίνοις δέλτοις ἐνχαράξαντι τοῦτο τῷ δημοσίῳ προθεῖναι ἐπί τε πόλεως καὶ τῶν κωμῶν τῆς ἐνορίας τῆς ὑμετέρας, ἐκείνου καταδήλου ὄντος ὡς εἰ μὴ ὀφθείης τοῦτο πεποιηκὼς πρὸ τῆς ἀφίξεως τοῦ δικαστηρίου, ὡς λίτραν χρυσίου τοῖς ταμιακοῖς λόγοις δοῦναι προσταχθήσει. διὰ γὰρ ταύτην τὴν πρόφασιν Ἰσίδωρος ὀφφικιάλιος ἐκ τάξεως ἀπέσταλται. Φλάουιος Ἄριος ἑκατόνταρχος ἐξάκτορι Ὀάσεως Ψάις ἐντυχὼν τῷ δικαστηρίῳ ᾐτιάσατο Παχοῦμιν τινα ἀπὸ τῆς ὑμετέρας χώρας συνπεῖσαι ἑαυτοῦ διαρπαγῆς ποιήσαντα διαφόρων αὑτοῦ πραγμάτων κεχρῆσθαι ?,ᾐτιάσατο δὲ καὶ Ἡλιόδωρον ἐπὶ ἀγνωμοσύνῃ μέτρου ἐλαίου. κεινηθεὶς τῇ ἐξουσίᾳ τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαουίου Ἡρακλείου πρ…ι…ι… διὰ τῆς τάξεως καὶ αὐτὸν τὸν Παχῦμιν καὶ Ἡλιόδωρον προσεπαχθῆναι Κλεοβούλῳ …επ…γνωσθῆναι καὶ τὴν διαίτησιν διʼ αὐτοῦ γίνεσθαι. ἐντυχὼν ……διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ Ἰσίδωρος ὀφικιάλιος ἐκ τάξεως …ἀπέσταλται …αι τοῖς προστεταγμένοις …