Ancient Greek
Chrest.Wilck. 304
Documentary Papyri, Chrest.Wilck. 304
Not analysed yet
…Εὐφράνορι χαίρειν. τοῦ δοθέντος ἡμῖν ὑπομνήματος παρὰ τῶν ἐκ Φιλοπάτορος γεωργῶν ὑπόκειταί σοι τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις γράψας δοῦναι αὐτοῖς ἕως τοῦ δειγματισμοῦ ἐπὶ τοῦ παρόντος τιμὴν κρότωνος ἀρταβῶν τ, ὅπως ἔχωσιν …ρ… εἰς τὴν συναγωγὴν τοῦ λοιποῦ. ἔρρωσο. ἔτους κδ Παῦνι ……παρὰ τῶν ἐκ Φιλοπάτορος βασιλικῶν γεωργῶν τῶν …ου τῆς Ἀπολλωνίου δεκαταρχίας. ἐπειδὴ μεμέτρηνται …τ… ἐκ τῆς ἡμετέρας δεκαταρχίας κρότωνος ἀρτάβαι Αχξζ καὶ ἐκ τῆς Δωρίωνος ϡξγ ὥστʼ εἶναι τὰς πάσας ἀρτάβας Βχλ, ἀξιοῦμέν σε, ἐάν σοι φαίνηται, χρηματισθῆναι ἡμῖν ἀπὸ τῆς τιμῆς τῶν Αχξζ ἀρταβῶν ὡς τῆς ἀρτάβης δραχμῶν δ ἐπὶ τοῦ παρόντος τ ἕως τοῦ δειγματισμοῦ, ὅπως ἂν ἔχωμεν εἰς τὴν λοιπὴν συναγωγὴν καὶ …α καὶ μὴ καθυστερούντων ἡμῶν ἀνήλωμα τι …γένηται, ἀλλὰ διὰ σὲ πολυωρίας τύχωμεν καὶ δυνώμεθα πλεῖόν τε ποιεῖν τῶι βασιλεῖ.