Ancient Greek
Chrest.Wilck. 31
Documentary Papyri, Chrest.Wilck. 31
Not analysed yet
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ πέμπτῃ διὰ τῆς ἐν Μέμφει Σαραπίωνος τοῦ Ἀρείου ἀρχιερατεύσαντος Ἁδριανείου τῆς Μεμφιτῶν πόλεως τραπέζης Ἀνουβίων Ἀνουβίωνος Μεμφίτης ἀπὸ γυμνασίου υἱὸς ἀποίκου Ἡλίου πόλεως Λαβόιτι Ἀνουβίωνος μητρὸς Τνεφερῶτος Μεμφίτῃ πακτωτοῦ λοιπὸν τιμῆς οὗ ἐώνηται παρʼ αὐτοῦ καὶ παρείληφεν πλοίου κοπρηγοῦ λιμναίου σὺν κοντῷ ἑνὶ μεθʼ ἃς ἔσχεν ὁ Λαβόις παρὰ τοῦ Ἀνουβίωνος κατὰ διαγραφὴν διὰ τῆς ἐν Μέμφει Ἀπολλωνίου τοῦ Ἀσκληπιάδου τραπέζης τῷ διεληλυθότι ἔτει …ἀποχὴ Λαβόιτου.