Ancient Greek
Chrest.Wilck. 315
Documentary Papyri, Chrest.Wilck. 315
Not analysed yet
Σαταβοῦτι Στοτοήτιος καὶ Σαταβοῦτι ἑτέρωι Στοτοήτιος ἡγουμένοις ἱερέων Σοκνοπαίου θεοῦ μεγίστου παρὰ Ἀκουσιλάου τοῦ Μάρωνος καὶ Η…τιος τοῦ Ἀκουσιλάου καὶ Ἰσιδώρου τοῦ Ἀκουσιλάου καὶ Ἀ… τοῦ Κεφάλονος τῶν τεσσάρων γναφῶν Περσῶν τῆς ἐπιγονῆς. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς μόνον τὸ ἐνεστὸς ὄγδοον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὴν γναφικὴν κωμῶν Νείλου πόλεως καὶ Σοκνοπαίου Νήσου, φόρου τοῦ παντὸς ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα ,ἃς καὶ διαγράψομεν ἐν ἀναφοραῖς δέκα κατὰ μῆνα τὸ αἱροῦν, ἐὰν φαίνηται ἐπιχωρῆσαι ἐπὶ τοῖς προκιμένοις. Σαταβοῦς Στοτοήτιος καὶ Σαταβοῦς ἕτερος τοῦ Στοτοήτιος οἱ ἡγούμενοι ἐπικεχωρήκαμεν …