Ancient Greek
Chrest.Wilck. 337
Documentary Papyri, Chrest.Wilck. 337
Not analysed yet
Διοφάνει στρατηγῶι παρʼ Ὀνήτορος καὶ Ἀσκληπιάδου καὶ Μουσαίου. δόντων ἡμῶν σοι ἔντευξιν εἰς τὸ τοῦ βασιλέως ὄνομα κατὰ Λυσάνδρου ἑκατονταρούρου τῆς δ ἱππαρχίας, ὅτι μισθωσαμένων ἡμῶν ἐν τῶι κϛ ἔτει, ὃ δὴ καὶ πρῶτόν ἐστιν, τὸν κλῆρον αὐτοῦ τὸν ὄντα περὶ Εὐημέριαν τῆς Θεμίστου μερίδος πυρῶν ἀρταβῶν φ καὶ τῆς συγγραφῆς τῆς μισθώσεως διαγορευούσης κομίσασθαι αὐτὸν τὰ ἐκφόρια, ὅταν ἡ ἄφεσις δοθῇ καὶ …το κεκομισμένου ἤδη αὐτοῦ πυρῶν ἀρτάβας ρλ ιβ …ἡμῶν διαμαρτυρομένων αὐτὸν καὶ τὸ λοιπὸν …σθαι ταξάμενον τὰ γινόμενα τοῖς λογευταῖς, ἐπὶ μὲν τῆς ἅλω κατέφθειρεν …τοῦ σίτου καθαρεύοντος ἀεὶ ἀναβαλλόμενος οὐκ ὀλίγον χρόνον, νῦν τε ὑπὸ τῶν γενηματοφυλάκων ἠρμένος ὁ σῖτος …νεχεται ἐν τῶι ἐν Εὐημερίαι Σουχιείωι σὺν τοῖς ἡμετέροις ἐπιγενήμασι καὶ ταῦτα πάντα ἀπε… …εται κακοτεχνῶν, ὅπως τοῦ χρόνου …διελθόντος ἀναγράψῃ ἡμῖν τονε…λυμ …ον, καίπερ τῆς συγγραφῆς τῆς μισθώσεως …