Ancient Greek
Chrest.Wilck. 376
Documentary Papyri, Chrest.Wilck. 376
Not analysed yet
α…φο· Γαίωι Στατιλίωι Μαξίμωι τῷ κρατίστωι ἐπιστρατήγωι παρὰ Γαίου Ἰουλίου Ἀπολλιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἡρακλείδου. ἐωνησάμην, κύριε, ἐκ προκηρύξεως ἐν τῶι διεληλυθότι …ἔτει τοῦ κυρίου ἡμῶν Ἀντωνείνου Φαμενὼθ περὶ πεδίον κώμης Κερκεσούχων τοῦ Ἀρσινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος σιτικὰς ἀρούρας ἓξ γεγονυίας τὸ πρὶν τοῦ πατρός μου Μύστου Ἀφροδεισίου καὶ Νίνου ἀδελφοῦ μου, ἀναλημφθείσας εἰς τὸ ταμιεῖον κοινωνῶν αὐτῶν γεινομένων ἐν τῇ ἐγχειρισθείσῃ αὐτοῖς σιτολογίᾳ, ὧν καὶ τὴν τιμὴν ἐπὶ τῶν τόπων διέγραψα. ἐπεὶ οὖν οἱ τὰς προκειμένας ἀρούρας προγεωργοῦντες Κάστωρ Η…τος καὶ υἱὸς αὐτοῦ …δης ἄχρι νῦν ἀντιλαμβανόμενοι αὐτῶν οὐ βούλονται τοὺς φόρους μοι ἀποδοῦναι, δέομαι, ἐάν σοι δόξῃ, κελεῦσαι γράφειν τῷ τοῦ Ἀρσινοείτου τῆς Ἡρακλείδου μερίδος στρατηγῷ, ἐπαναγκάσαι αὐτοὺς ἀποδοῦναί μοι τοὺς φόρους καὶ ἀποστῆναι εἰς τὸ ἑξῆς τῶν ἐμοὶ κεκυρωμένων ὑπὸ σοῦ τοῦ κυρίου ἀρουρῶν, ἵνʼ ὦ εὐεργετημένος.