Ancient Greek
Chrest.Wilck. 393
Documentary Papyri, Chrest.Wilck. 393
Not analysed yet
ἐξ ὑπομνηματισμῶν Ἰουλίου Κουιντιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου ἔτους δευτέρου Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Μεσορὴ β. μεθʼ ἕτερα· κληθέντος Πεκῦσις Ἀπύγχεως καὶ ὑπακούσαντος Διαδέλφος ῥήτωρ εἶπεν· ἐάν σοι δοκῇ, κάλεσον τὸν τῆς Νείλου πόλεως κωμογραμματέα, ᾧ ὁ ἡμέτερος ἐνκαλεῖ. κληθέντος καὶ μὴ ὑπακούσαντος Ἀρτεμίδωρος στρατηγὸς εἶπεν· κωμογραμματέα οὐκ ἔχει ἡ Νείλου πόλις, ἀλλὰ πρεσβυτέρους διαδεχομένους. Διάδελφος ῥήτωρ εἶπεν· κεκέλευσται ὑπὸ τῶν κατὰ καιρὸν ἡγεμόνων ἕκαστον εἰς τὴν ἑαυτοῦ κώμην καὶ μὴ ἀπʼ ἄλλης κώμης εἰς ἄλλην μεταφαίρεσθαι. ὅτι νῦν κωμογραμματεὺς ἐπηρεάζει τῷ συνηγορουμένῳ, ἀνέδωκεν αὐτὸν πράκτορα ἀργυρικῶν τῆς ἰδίας κώμης εἰς ἄλλην λειτουργίαν. ἀξιοῖ ἀναγιγνώσκων τὰ κεκελευσμένα μὴ ἀφέλκεσθαι ἀπὸ τῆς ἰδίας εἰς ἀλλοτρίαν. Κοιντιανὸς εἶπεν· στρατηγὸς διαλήμψεται, ὃ τῶν ἐμῶν μερῶν καταλάβηται, ἐπʼ ἐμὲ ἀναπέμψειν.