Ancient Greek
Chrest.Wilck. 396
Documentary Papyri, Chrest.Wilck. 396
Not analysed yet
…παρὰ Γαίου Ἰουλίου Ἀπολιναρίου οὐετρανοῦ γεουχοῦντος ἐν κώμῃ Καρανίδι. διατέτακται, κύριε, τοὺς οὐετρανοὺς ἔχειν μετὰ τὴν ἀπόλυσιν πένταετῆ χρόνον ἀναπαύσεως. παρὰ δὲ ταύτην τὴν διάταξιν ἐγὼ ἐπηρεάσθην μετὰ διετίαν τῆς ἀπολύσεως καὶ ἀνεδόθην κατʼ ἐπήρειαν εἰς λειτουργίαν καὶ μέχρι τοῦ δεῦρο κατὰ τὸ ἑξῆς ἐν λειτουργίᾳ εἰμὶ ἀδιαλείπτως. τοῦ τοιούτου πάντῃ ἀπηγορευμένου ἐπὶ τῶν ἐνχωρίων πολλῷ πλεῖον ἐπʼ ἐμοῦ συντηρεῖσθαι ὀφείλει τοῦ ὑπηρετήσαντος τὸν τοσοῦτον τῆς στρατείας χρόνον. διόπερ προσφεύγειν σοι ἠναγκάσθην δικαίαν δέησιν ποιούμενος καὶ ἀξιῶ συντηρῆσαί μοι τὸν τῆς ἀναπαύσεως ἴσον χρόνον κατὰ τὰ περὶ τούτου διατεταγμένα, ἵνα δυνηθῶ καὶ ἐγὼ τὴν ἐπιμέλειαν τῶν ἰδίων ποιεῖσθαι, ἄνθρωπος πρεσβύτης καὶ μόνος τυγχάνων, καὶ τῇ τύχῃ σου εἰς ἀεὶ εὐχαριστῶ. διευτύχει. Γάιος Ἰούλιος Ἀπολινάριος ἐπιδέδωκα. ἔτους ιβ Μεχεὶρ κθ τῷ στρατηγῷ ἔντυχε καὶ τὰ προσήκοντα ποιήσει. ἀπόδος.