Ancient Greek
Chrest.Wilck. 411
Documentary Papyri, Chrest.Wilck. 411
Not analysed yet
Ἀμεννεὺς Ἀσκληπιάδει χαίρειν. καθότι σὺ ἔγραψας, ἑτοιμάκαμεν ἐπὶ τὴν παρουσίαν τὴν Χρυσίππου τοῦ ἀρχισωματοφύλακος καὶ διοικητοῦ λευκομετώπους δέκα ,χῆνας ἡμέρους πέντε ,ὄρνιθας πεντήκοντα ,…ια χῆνες πεντήκοντα ,ὄρνιθες διακόσιαι ,περιστεριδεῖς ἑκατόν . συνκεχρήμεθα δὲ ὄνους βαδιστὰς πέντε καὶ τούτων τὰς …ς, ἑτοιμάκαμεν δὲ καὶ τοὺς τεσσαράκοντα ὄνους τοὺς σκευοφόρους, γινόμεθα δὲ πρὸς τῆι ὁδοποίαι. ἔρρωσο. ἔτους κβ Χοίαχ δ. ἔτους κβ Χοίαχ ζ Ἀμεννεὺς Ἀσκληπιάδει ξενίων τῶν ἡτοιμασμένων.