Ancient Greek
Chrest.Wilck. 418
Documentary Papyri, Chrest.Wilck. 418
Not analysed yet
Δαμαρίωνι στρατηγῷ Ἑρμοπολίτου Νεφερῶς Φίβιος τοῦ Φίβιος μητρὸς Το…τος ὡς ἐτῶν λε οὐλὴ ῥινὶ καὶ οἱ λοιποὶ πρεσβύτεροι κώμης Σκόρδων τοῦ Πατεμίτου ἄνω τοῦ ἐνεστῶτος κϛ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου διʼ ἐμοῦ τοῦ γράφοντος καὶ προγεγραμμένου. ὁμολογοῦμεν ἀπεσχηκέναι παρὰ Διογένους Ἑρμαίου κοσμητεύσαντος καὶ Ἑρμείνου Ἡρωδιανοῦ ἀγορανομήσαντος Ἑρμοῦ πόλεως τῆς μεγάλης αἱρεθέντων ὑπὸ τοῦ προστρατηγήσαντος Ἀμμωνίου τιμὴν κριθῆς ἀνελέσθαι ἀπὸ τῆς δημοσίας τραπέζης καὶ ἐξοδιάσαι τοῖς παρασχοῦσι τὴν τιμὴν τῶν ἐπιβληθεισῶν τῇ κώμῃ ἡμῶν ἀπὸ γενήματος τοῦ διεληλυθότος κε ἔτους κριθῆς ἀρταβῶν …κοντα ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν ὡς τῶν ……δραχμῶν …κοσίων ὀγδοήκοντα …κα…ομεν… …θ… Ψιάσεως Λενκοπύργου Θελβώνθεως Ψωβιτρήσεως Ἐρείθεως Τήνεως Παρίου Μαγδώλων Πετεχῶντος Ταμ… Αγλεων…