Ancient Greek
chrest.wilck 439
Documentary Papyri, Chrest.Wilck. 439
Not analysed yet
Λεύκιος Αἰμίλλις Ῥῆκτος λέγει· μηδενὶ ἐξέστω ἀγγαρεύειν τοὺς ἐπὶ τῆς χώρας μηδὲ ἐφόδια ἢ ἄλλο τι δωρεὰν αἰτεῖν ἄτερ τοῦ ἐμοῦ διπλώματος, λαμβάνειν δὲ ἕκαστον τῶν ἐχόντων ἐμὸν δίπλωμα τὰ αὐτάρκη ἐπιτήδεια τιμὴν ἀποδιδόντας αὐτῶν. ἐὰν δέ τις μηνυθῇ ἢ τῶν στρατευομένων ἢ τῶν μαχαιροφόρων ἢ ὅστις οὖν τῶν ὑπηρετῶν τῶν ἐπὶ ταῖς δημοσίαις χρείαις παρὰ τὸ ἐμὸν διάταγμα πεποιηκὼς ἢ βεβιασμένος τινὰ τῶν ἀπὸ τῆς χώρας ἢ ἀργυρολογήσας, κατὰ τούτου τῇ ἀνωτάτῳ χρήσομαι τιμωρίᾳ ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Αὐτοκράτορος Γερμανικείου δ