Ancient Greek
Chrest.Wilck. 445
Documentary Papyri, Chrest.Wilck. 445
Not analysed yet
Εἰρηναῖος Ἀπολιναρίωι τῶι γλυκυτάτωι ἀδελφῶι πολλὰ χαίρειν. καὶ διὰ παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ ἐγὼ αὐτὸς ὑγιαίνω. γινώσκειν σε θέλω ὅτι εἰς γῆν ἐλήλυθα τῇ ϛ τοῦ Ἐπεὶφ μηνὸς καὶ ἐξεκενώσαμεν τῇ ιη τοῦ αὐτοῦ μηνός. ἀνέβην δὲ εἰς Ῥώμην τῇ κε τοῦ αὐτοῦ μηνὸς καὶ παρεδέξατο ἡμᾶς ὁ τόπος ὡς ὁ θεὸς ἤθελεν, καὶ καθʼ ἡμέραν προσδεχόμεθα διμισωρίαν ὥστε ἕως σήμερον μηδένα ἀπολελύσθαι τῶν μετὰ σίτου. ἀσπάζομαι τὴν σύνβιόν σου πολλὰ καὶ Σερῆνον καὶ πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα. ἔρρωσο Μεσορὴ θ. Ἀπολιναρίωι ἀπὸ Εἰρηναίου ἀδελφοῦ.