Ancient Greek
Chrest.Wilck. 489
Documentary Papyri, Chrest.Wilck. 489
Not analysed yet
πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. πάντως ποιήσατε, ἐὰν ᾖ δυνατόν, κατελθεῖν ὑμᾶς εἰς τὰ γενέσια τοῦ υἱοῦ ἡμῶν Σαραπίωνος. ἔγραψα δὲ ὑμῖν καὶ πρότερον περὶ τούτου, ἐγραψ…ι κίου, ἵνα σοι πέμψω σανο… τὸν δυνάμενόν σοι …διαπέμψομαι. ἀσπάζεταί σε ἡ θυγάτηρ σου καὶ Λεωνίδης καὶ …ανος καὶ Σαραπίων καὶ Α… καὶ ἡ ἀδελφή σου καὶ Ἑρμιόνη καὶ τὰ παιδία αὐτῆς. ἐρρῶσθαί σε εὔχομαι.