Ancient Greek
Chrest.Wilck. 50
Documentary Papyri, Chrest.Wilck. 50
Not analysed yet
μετὰ τὸ δέξαι Πτολεμαῖος Ἀχιλλεῖ χαίρειν. μετὰ τό γράψαι σοι ἔδοξέν μοι καὶ περὶ τοῦ ὁράματος διασαφῆναί σοι, ὅπως εἰδῇς, ὃν τρόπον οἱ θεοί σε οἴδασιν. Αἰγυπτιστὶ δὲ ὑπέγραψα, ὅπως ἀκριβῶς εἰδῇς. ἡνίκα ἤμελλον κοιμηθῆναι, ἔγραψα ἐπιστόλια β, ἓν μὲν περὶ Ταύγχιος τῆς ἐκ Θερμούθιος, ἓν δὲ περὶ Τετειμούθιος τῆς Ταυῆτος, ἥ ἐστιν Πτολεμαίου θυγάτηρ καὶ ἓν ἔτι ἔξιὼν ἔθηκα …ἐπιχείου, ὃν τρόπον καὶ ἐγὼ ἡμέραν καλὴν ἤγαγον. ἔρρωσο. ἔτους β Φαῶφι κε. εἰς …αδέλφειαν Ἀχιλλεῖ