Ancient Greek
Chrest.Wilck. 88
Documentary Papyri, Chrest.Wilck. 88
Not analysed yet
ἔτους κβ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεντανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι νεομηνίᾳ διεγράφη Αὐρηλίῳ Ἀπίωνι καὶ ὡς χρηματίζει νομάρχῃ Ἀρσινοίτου διὰ Νειλάμμωνος πραγματευτοῦ πύλης Φιλαδελφίας σφραγισμοῦ μόσχου ἑνὸς θυομένου ἐν τῇ κώμῃ ὑπὸ Αὐρηλίου Διδύμου Ἀλεξανδρέως.