Ancient Greek
CPR 1 140
Documentary Papyri, Cpr 1 140
Not analysed yet
…πάσῃ βεβαιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθέντες ὡμολόγησαν. ἡ ὠνὴ κυρία. Αὐρηλία Ἄρτεμις χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ πέπρακα τῷ Αὐρηλίῳ Ὠφελλίῳ τῷ καὶ Νεμεσίωνι τὸν δοῦλον Χαιρήμονα καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς …χιλίας ἐνακοσίας ἑξήκοντα καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος Τύραννος Διοσκουρίδου τοῦ καὶ Ἀπολλωνίου Ἀντινοεὺς καὶ ὡς χρηματίζω ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Ὀφέλλις ὁ καὶ Νεμεσίων ἐώνημαι ὡς πρόκειται. Αὐρήλιος Ὡριγένης συσταθεὶς σεσημείωμαι χρόνου τοῦ αὐτοῦ