Ancient Greek
CPR 1 16
Documentary Papyri, Cpr 1 16
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ θ διὰ τῆς Σαραπίωνος τραπέζης Πλατείας Γυμνασίου. Δίδυμος Διδύμου τοῦ καὶ Δημητρίου Παβοῦτι Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν ν οὐλὴ μετώπωι ἐκ δεξιῶν ἔχειν αὐτὸν παρὰ τοῦ Διδύμου χρῆσιν ἔντοκον κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ὀκτὼ τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσει ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος τετάρτου ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν σὺν καὶ τοῖς συναχθησομένοις τόκοις ἀνυπερθέτως ὀνόματι αὐτω…