Ancient Greek
CPR 1 198
Documentary Papyri, Cpr 1 198
Not analysed yet
……ω τρυ… …του…ου Τρύφωνος …δα …σιτικὰ ἐδάφη …βορρᾶ ἐδάφη, νότου σιτικὰ ἐδάφη …λιβὸς …διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆρος, βορρᾶ ἔκχυσις, λιβὸς καὶ ἀπηλιώτου …ἐδάφη τ… πεποιημένοι ἐπὶ τῷ ἔχειν τὴν προγεγραμμένην …ε ἀνὰ ἴσον ἐφʼ ὃν περίεστι χρόνον τὴν τῶν προκιμένων καρπείαν καὶ …τοῦ μὲν ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς τιμὴν δραχμὰς τετρακοσίας …τοῦτο παραχωρητικὸν δραχμὰς χιλίας διακοσίας καὶ βεβαιώσω ε… Ἀφροδιτοῦς καὶ οἱ παρʼ ἐμοῦ σοὶ τῷ Ἀπίωνι καὶ τοῖς παρὰ σοῦ τὰ πεπραμένα καὶ …μενον ὡς πρόκιται πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος δημοσίου καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως, μετὰ δὲ τὴν τῆς μητρὸς ἡμῶν τελευτὴν κρατῆσαι καὶ κυριεύειν τὸν Ἀπίωνα καὶ τοὺς παρὰ σοῦ …ον καὶ οἰκοδομεῖν ὡς ἐὰν αἱρῇ καὶ ὁπότε ἐάν μοι συντάξῃς ποιήσομαι εἰς σὲ τὴν κατὰ τόδε χειρόγραφον δημοσίαν πρᾶσιν καὶ διὰ τῆς βιβλιοθήκης μηδένα αμα…α παρὰ σοῦ τῶν τελῶν καὶ δαπανῶν ὄντων πρὸς αὐτὸν Ἀπίωνα ἐὰν δὲ παραβῇ τὸ προκίμενον ἐκτίσει σοι τὴν τιμὴν καὶ τὸ παραχωρητικὸν μεθʼ ἡμιολίας καὶ τά τε βλάβη καὶ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμον δραχμὰς ὀκτακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. τὸ χειρόγραφον τοῦτο δισσὸν σοι ἐξεδόμην, παροῦσα δʼ ἔγραψα τὰ προκείμενα πάντα. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Αἰλίου Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ γ. ἔστι δὲ καθαρὸν ἀπὸ ἀλείφατος καὶ ἐπιγραφῆς χρέους …ς πέπρακα καὶ παρακεχώρηκα τὰ προκίμενα καὶ ἀπέχω τὴν τιμὴν …ω ἐχούσης τῆς μητρὸς ἡμῶν τὴν τῶν ὅλων καρπείαν …κατακεχώρηκα τὸ παραχωρητικὸν ……τωδ… …της μ… …φωλου πλα… …κλήρου κατοικικοῦ ……ων γείτονες ……μα ε…ε… …εκ… …ωρου… …του…