Ancient Greek
CPR 1 2
Documentary Papyri, Cpr 1 2
Not analysed yet
……δραχμαὶ πεντακόσιαι ……Τανεχώτην ἀπεσχηκέναι παρὰ τῆς παραχωρουμένης Ἑλένης τοῦτο ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ παρέξεται αὐτῇ ταῦτα καθαρὰ ἀπό τε ἄλλων παραχωρήσεων ἢ ἑτέρων οἰκονομιῶν καὶ ἀπὸ παντὸς ἐπελευσομένου ἢ ἐμποιησομένου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιοῦσα πάσῃ βεβαιώσει ἢ ἐνέχεσθαι αὐτὴν παραβᾶσαν τῷ ὡρισμένῳ κατὰ τῶν παρασυγγραφούντων ἐπιτίμῳ καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια εἶναι τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς σὲ τὴν παραχωροῦσαν Τανεχώτην. ὁ δὲ χρηματισμὸς ἐτελειώθη κινδύνῳ αὐτῶν πρωτοπραξίας φυλασσομένης τῷ δημοσίῳ. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς …