Ancient Greek
CPR 1 220
Documentary Papyri, Cpr 1 220
Not analysed yet
……σσει… πωλω…μετα δια… ποτισ…ος τῷ ὁμολογοῦντι …τέταρτον μέρος ὡς πρόκιται μηδὲ τὸν ὁμολογοῦντα …ἐνκαλεῖν …μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἐνκαλεῖν μηδʼ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ, ἔτι δὲ καὶ παρεξάσθωσαν τὸ σ…λων ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ ἀνεξαλλοτρίωτον καὶ καθαρὸν ἀπʼ ὀφειλῆς ὑποθήκης καὶ παντὸς διεγγυήματος δημοσίου ἢ ἰδιωτικοῦ ὅ, τι δ' ἂν τῶν προγεγραμμένων παρασυνγραφῇ ὁ ὁμολογῶν ἢ οἱ παρʼ αὐτοῦ προσαποτισάτωσαν τῷ μένοντι καὶ τοῖς παρʼ αὐτοῦ ὅ τε εἴληφεν τιμὴν διπλῆν καὶ τὰ ἀναλώματα διπλᾶ καὶ ἐπιτίμου ἀργυρίου δραχμὰς εἴκοσι καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, τῆς δὲ ἐξοικονομήσεως οὔσης πρὸς τὸν Στοτοῆτιν Στοτοήτιος …τας…το τῆς συμπεφωνημένης ὑπόγυιος Στοτοῆτις Στοτοήτιος ὁμολογῶ πεπρακέναι τῷ Στοτωήτι τὸ ὑπάρχον μοι τέταρτον μέρος καταλύματος ὧν ινμιαυτη ται ἀπέχω τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τεσσεράκοντα καὶ βεβαιώσω καθὼς πρόκειται