Ancient Greek
CPR 1 247
Documentary Papyri, Cpr 1 247
Not analysed yet
Αὐρήλιος Διομήδης Ἀρτεμιδώρου γυμνασιάρχης βουλευτὴς Ἡρακλέους πόλεως Αὐρηλίῳ Ἀντωνίνῳ ἀπὸ ἐξακτόρων τῆς αὐτῆς πόλεως —χαίρειν. μεμίσθωκά σοι κατὰ τήνδε τὴν μισθαποχὴν ἀπὸ τῶν ὑπαρχόντων μοι περὶ κώμην Καλατῆ ἐκ τοῦ Μαχάτου κλήρου ἀπὸ ἀρουρῶν ι κοινῶν οὐσῶν πρὸς τὴν ἀδελφήν μου τὰς ἐπιβαλλούσας μοι ἀρούρας πέντε, γίνονται ἄρουραι ε, εἰς σπορὰν χόρτου εἰς τὸν σπόρον τῆς εὐτυχοῦς εἰσιούσης δεκάτης ἰνδικτίονος —φόρου ἀποτάκτου ἀργυρίου ταλάντων ἑκατόν, γίνεται τάλαντα ρ, ἅπερ αὐτόθι ἅμα τῇδε τῇ μισθαποχῇ ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς ἐμὲ τὸν Διομήδην. ἡ μισθαποχὴ ὡς πρόκειται κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἰουλίου Κωνσταντίου Πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τῶν λαμπροτάτων Φαρμοῦθι ιβ. Αὐρήλιος Διομήδης μεμίσθωκα ἀπὸ …ἀρουρῶν ι ἀρούρας ε