Ancient Greek
28.1 to 28.17
Documentary Papyri, Cpr 1 28.1-17
Not analysed yet
ἀντίγραφον συγγραφῆς γαμικῆς· ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Γερμανικείου ἐνάτῃ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· ὁμολογεῖ Ἀπολλώνιος Πετσίριος τοῦ Κάστορος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν …τῇ …ἀδελφῇ ἑαυτοῦ ἔτι πάλαι γυναικὶ Ταπεῦτι ὡς ἐτῶν …ὀκτὼ μετὰ κυρίου τοῦ τοῦ τετελευτηκότος αὐτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πετες… οὐλὴ δακτύλῳ μικρῷ χειρὸς …ἔχειν τὸν ὁμολογοῦντα παρʼ αὐτῆς διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου νομίσματος δραχμὰς ἑκατὸν χωρὶς παραφέρνων ἐν χρυσῷ ἐπισήμῳ …. συνβιούτωσαν οὖν οἱ γεγαμηκότες ……τέκνα τέσσαρα Πετσῖρις καὶ Ὀρσενοῦφις καὶ Δεῖος καὶ Ταορσενοῦφις ἀμεμψιμοιρήτως τοῦ Ἀπολλωνίου χορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα ……κατὰ δύναμιν τοῦ βίου εἴδη, αὐτὴ ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχέσθω ἐν τῇ κατὰ τὸν βίον …διαφορᾶς αὐτοῖς γεινομένης ἀποδότω ὁ Ἀπολλώνιος παραχρῆμα τὴν φερνὴν καὶ τὰ παράφερνα οἷα ἐὰν ἐγβῇ ἐκ τῆς τρίψεως, γεινομένης αὐτῇ τῆς πράξεως ἔκ τε αὐτοῦ τοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ ……ἐπὶ χώρας ἀπερίλυτος· ἐὰν δὲ μή συνχωροῦσι ἀμφότεροι μετὰ τὴν ἑκατέρου τελευτὴν εἶναι τῶν προγεγραμμένων …ἀλλήλων τέκνων τ… ὁ μὲν Ἀπολλώνιος εἶναι τῶν προγεγραμμένων υἱῶν δύο Πετσίριος καὶ Ὀρσενούφιος κοινῶς ἐξ ἴσου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ ἐν τῇ προγεγραμμένῃ κώμῃ ……οἰκίαν διπυργίαν καὶ αὐλὴν ὅσων ἐστὶν μέτρων καὶ πηχισμῶν καὶ τὰ συνκυροῦντα πάντα, τοῦ δὲ Δείου …τὰς ὑπαρχούσας αὐτῷ τῷ ὁμολογοῦντι Ἀπολλωνίῳ ……τέσσαρας πάσας ἐν μιᾷ σφραγῖδι συνεχεῖς ἀλλήλαις ὅσων εἰσὶν μέτρων καὶ πηχισμῶν ἐν αἷς ἐλαιουργῖον καὶ …τὰ χρηστήρια καὶ τὰ τούτων συνκυροῦντα τὰ ὑπὸ τοῦ Ἀπολλωνίου ἀπολειφθησόμενα σκεύη ἐπίπλοα καὶ ἐνδομενείαν καὶ ὀνικὰ κτήνη ὅσα ἐστὶν ἀριθμῷ καὶ ἃ ἔχει …παντοῖα, τῶν δὲ ἀρρένων υἱῶν τ… καθʼ ὁνδηποτε οὖν τρόπον, ἡ δὲ Ταπετσῖρις καὶ αὐτὴ ὁμοίως συνχωρεῖ εἶναι τῶν αὐτῶν προγεγραμμένων υἱῶν Πετσίριος καὶ Ὀρσενούφιος τῶν δύο κοινῶς ἐξ ἴσου απ… …ς κλήρου κατοικικοῦ σιτοφόρον ἀρουρῶν πέντε ἢ ὅσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τῷ Ὀγδοηκονταρούρῳ …β… …ς παντὸς ἐδάφους υἱῶν δύο ὁμοίως κοινῶς ἐξ ἴσου καὶ ἀπὸ τοῦ ὑπάρχοντος αὐτῷ π…ν νήσου ἐλαιῶνος καὶ ……αστων ἐπὶ τὰ αὐτὰ ὁμοίως ἔτι δὲ καὶ ἐν μιᾷ σφραγῖδι …ανωγιον…ον κατὰ μέσον ὑποδοχεῖον καὶ …ἥμισυ ἐκ τοῦ πρὸς τὸ ἐπιβάλλον μέρος ……τέσσαρες ,ἐν δὲ ἐκ…μενη Ταπεῦτις ἐπὶ τὸ αὐτὸ ἀρούρας τέσσαρας ἥμισυ κατʼ ἐπιβολὴν τοῦ ἔνοντος παντὸς ἐδάφους …λειπομένου το…γεγο…