Ancient Greek
CPR 1 32
Documentary Papyri, Cpr 1 32
Not analysed yet
Αὐρηλίῳ Κασίῳ τῷ καὶ Διονυσίῳ βασιλικῷ γραμματει Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίων Τεβᾶς Τεβᾶτος καὶ Παειήους Καλαῆτος τῶν δύο ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βουλόμεθα μισθώσασθαι ἐξ ἀλληλλεγγύης ἀπὸ καλυφῆς αἰγιαλοῦ ἀρούρας ἓξ περὶ τὴν προκιμένην κώμην πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος ὧν γείτονες νότου χέρσος βορρᾶ αἰγιαλὸς ἐφυδωρ, ἀπηλιώτου αἰγιαλοῦ ἐδάφη, λιβὸς αἰγιαλοῦ ἐδάφη, ἐκφορίου κατʼ ἄρουραν πυροῦ ἀρταβῶν δύο ὧν καὶ τὴν ἀπόδοσιν ποιώμεθα, οὐδὲν δὲ ἕτερον πραχθησόμεθα χωρὶς τῶν προκειμένων ἐκφορίων. Αὐρήλιοι Τεβᾶς ἔτων νβ οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ Παειούεις ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ιζ