Ancient Greek
CPR 10 120
Documentary Papyri, Cpr 10 120
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Συμμάχου καὶ Βοηθίου τῶν λαμπροτάτων Τῦβι κϛ α ἰνδικτίωνος ἐν Ἀρσινόῃ. Ποῦσις υἱὸς Ἰσὰκ ἀπὸ ἐποικίου …Μηνᾷ υἱῷ Νειλάμμωνος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως. ὁμολογῶ καὶ νῦν ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς καὶ πεπληρῶσθαι τὴν τιμὴν κριθῶν καθαρίων ἀρταβῶν τριάκοντα τριῶν κριθῆς ἀρτάβας λγ, ἅπερ σοι ἀποδώσω μηνὶ Παῦνι μέτρῳ τῷ σῷ ἐν τῷ ἐποικίῳ ἀπὸ καρπῶν τῆς δευτέρας ἰνδικτίωνος ἐξ ὑπαρχόντων μοι πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ποῦσις …ε υἱὸς Ἰσὰκ ὁ προκείμενος συμφωνεῖ πᾶσι τοῖς προγεγραμμένοις …χειρόγραφον Ποῦσι …Ἰσὰκ καὶ νῦν κριθῆς ἀρταβῶν λγ εἰς Αὐρήλιον Μηνᾶ υἱὸν Νειλάμμωνος …