Ancient Greek
CPR 10 39
Documentary Papyri, Cpr 10 39
Not analysed yet
ὑπατείας Φλαουίων Μαξίμου τὸ β καὶ Πατερίου τῶν λαμπροτάτων Ἁθὺρ ιϛ τῆς εὐτυχοῦς δωδεκάτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει Φλαυίῳ …καθοσιωμένῳ μαγιστριανῷ τῶν θείων ὀφφικίων ἐν τῷ Ἡρακλεοπολίτῃ Αὐρήλιος Ἀνδρόνικος Νείλου ἀπὸ τῆς μεγάλης πόλεως Ἀλεξανδρείας ἐν Ἡρακλέους πόλει κονδιτάριος ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν χαίρειν. ὁμολογῶ ἐσχη- κέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τὴν μεταξὺ συμφωνηθεῖσαν πρὸς ἀλλήλους τιμὴν κούφων εὐαρέστων δισχιλίων διακοσίων ἔχω δὲ καὶ ὀφείλω ἀπο λόγου ῥύσεως δωδεκάτης ἰνδικτίωνος ἕτερα κοῦφα διακόσια μόνα γίνεται κοῦφα Βυ ἅπερ ἐπάναγκες ἀποδώσω σοι μηνὶ Μεσορὴ ἀρχῇ τῆς εὐτυχοῦς τρεῖς καὶ δεκάτης ἰνδικτίωνος εἰς ῥῦσιν τῆς αὐτῆς ιγ ἰνδικτίωνος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ οὐκ ἔξεσταί μοι ἄλλην αἰτήσασθαι προθεσμίαν περὶ τὴν ἀπόδοσιν τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων παντὸς εἴδους πράσσοντι τὸ γραμματεῖον κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀνδρόνικος Νίλου ὁ προκίμενος ἔσχον τὴν τιμὴν κούφων δισχιλίων διακοσίων εὐαρέστων ἔχω δὲ καὶ ἀπὸ λόγου ἕτερα κοῦφα διακόσια καὶ ἀποδῶ σοι τῇ προθεσμίᾳ ὡς πρόκειται. χειρόγραφον Ἀνδρωνίχου κονδιταρίου κούφα Βυ