Ancient Greek
CPR 14 17
Documentary Papyri, Cpr 14 17
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων, Παῦνι β, ια ἰνδικτίονος, ἐν Ἀρσινόῃ Φλαουίῳ Ἀθανασίῳ τῷ μεγαλοπρεπεστάτῳ δομεστικῷ καὶ ἐκδίκῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως, διὰ ἄπα Ἠοῦ τοῦ λαμπροτάτου ὑμετέρου διοικητοῦ, Αὐρήλιος Μηνᾶς σύμμαχος υἱὸς ἄπα Ὥρου ἀπὸ τῆς αὐτῆς πόλεως, οἰκῶν ἐν ἐποικίῳ Κρούστου, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ διὰ τοῦ αὐτοῦ λαμπροτάτου ἄπα Ἠοῦ Αὐρήλιον Γεώργιον υἱὸν Ἠλία ἀπὸ ἐποικίου Ἀρματούρης, ὥστε με παρασκευάσαι αὐτὸν ο…κατα… καὶ κατας… καὶ συνδ… καὶ μὴ ἀναχωρεῖν ……ε…