Ancient Greek
2qtpl.1 to 2qtpl.12
Documentary Papyri, Cpr 15 2qtpl.1-12
Not analysed yet
ἀντίγραφον Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπέει τοπέεις προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος νεβοάπει ῥισήειτι ῥισεγέτου νεφορσάτει Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με ἀργυρίωι τῆι τιμῆι τῆς ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένης κάτω ἄνω καὶ τοῦ ἐκ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκ νότου τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν κώμηι Σούχου νήσου Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι. γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθηι ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσω αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲς καὶ βεβαιώσω σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφὴ ἢ υἱὸς ἢ θυγάτηρ ᾖ παντὸς τῶι καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαι …ων κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυῖαι τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ συγγραφαὶ πᾶσαι καὶ συναλλάγματα πάντα ἐξ ὧν περιγείνεταί μοι δίκαιον ἀπʼ αὐτῶν. ἐὰν δέ τίς σοι ὅρκος ἢ ἐπίδειξις προβληθῆι ὥστε σε συντελέσασθαι περὶ αὐτῶν ποιήσω. ἐπικελεύει γυνὴ ἱέρεια Σούχου Τομσάεις ἐμνίθου Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ἡ τούτου γυνὴ λέγουσα εὐδοκεῖν καὶ ποιεῖν κατὰ πάντα τὰ προγεγραμμένα οἷς καὶ πέπεισμαι. ἀντίγραφον χαραγμοῦ καὶ ὑπογραφῆς Ἑλληνικοῖς γράμμασι ὡς ὑπόκειται. ἔτους μα Καίσαρος Ἁθὺρ κδ ἀναγέγραπται ἐν Ψινάχει τῆς Θεμίστου μερίδος πρᾶσις καὶ ἀποστασίου οἰκίας καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ἃς ποιεῖται Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος. εὐδοκεῖ ἡ τοῦ Χαιρήμονος γυνὴ Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος.