Ancient Greek
CPR 15 47
Documentary Papyri, Cpr 15 47
Not analysed yet
……αγαθιο…ητ…ῦτος τῆς Παπάιτος μητρὸς Θενναμούνιος ὁμολογοῦμεν πεπρακέναι ……μητρὸς Τανεφρέμμις τὸ ὑπάρχον ἡμῖν …μέρος οἰκίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ἧς γείτονες νότου Σαταβοῦτος τοῦ δεῖνος καὶ τῶν ἀδελφῶν οἰκία καὶ αὐλὴ βορρᾶ Τεσενοῦφις Ὡρῖτος οἰκία ……ἀπηλιώτου ῥύμη βασιλικὴ, καὶ ἀπέχομεν παραχρῆμα τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σ… διὰ τὸ μὴ εἰδέναι αὐτὰς γράμματα …ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος …ἀναγέγραπται διὰ τοῦ ἐν τῆι Σοκνοπαίου Νήσῳ γραφείου.