Ancient Greek
CPR 15 6
Documentary Papyri, Cpr 15 6dupl
Not analysed yet
…τὴν ὅλην περίστασιν τῶν τόπων ἐν ᾗ εἶναι πύργον καὶ τὸ προνήσιον καὶ τοὺς πεπραμένους ὑπὸ τοῦ προφήτου τόπους λαάρχου τινὸς ἀρχαίου γεγονέναι καὶ ὑποπίπτειν τῶι ἰδίωι λόγωι ἐν ἐπικρίσει τετάχαμεν διὰ τὸ τοὺς πρεσβυτέρους μὴ τὸ αὐτὸ συνορίζεσθαι περὶ δὲ μόνων τῶν πεπραμένων ψιλῶν τόπων κεχειρογραφηκέναι ἀδεσπότους αὐτοῖς πεφηνέναι οἰκονομίας αὐτοῖς μὴ ἐπενηνοχέναι. Σαταβοῦς Ἑργέως ἀπαιτείσθω ὑπὲρ ἐπιβεβαιώσεως ψιλῶν τόπων δραχμὰς φ