Ancient Greek
CPR 15 8
Documentary Papyri, Cpr 15 8rptrpl
Not analysed yet
παρὰ Σαταβοῦτος τοῦ Ἑργέως νεωτέρου τῶν ἀπὸ τῆς νήσου τοῦ Σοκνοπαίου ἱερέων· ἐν τῶι μα ἔτει Καίσαρος ἐδάνεισα Ἁρπαγάθηι Πανεφρόμμιος Πέρσῃ τῆς ἐπιγονῆς ἱερεῖ κατὰ συγγραφὴν δανείου ἀργυρίου κεφαλαίου δραχμὰς τκε. διὰ δὲ τῆς αὐτῆς συγγραφῆς ὁ Ἁρπαγάθης ἐδήλωσεν πάντα τὰ ὑποπίπτοντα αὐτῶι φιλάνθρωπα ἐκ τοῦ τοῦ Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἱεροῦ μὴ ἐφάψεσθαι αὐτὸν τούτων ἀλλʼ εἶναι ἐμοῦ τοῦ Σαταβοῦτος μέχρι οὗ ἀποδῷ μοι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους. τοῦ οὖν Ἁρπαγάθου μὴ βουλομένου ἑκουσίως ἀποδοῦναι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους ἀλλὰ διαπλανῶντος προ… διὰ τῆς σῆς ε…περμο…νεπις… καὶ ἀξιῶ καταχωρισθέντος μου τοῦ ὑπομνήματος τὸ ἀντίγραφον μεταδοθῆναι τῶι τῶν ἱερέων τοῦ θεοῦ Σοκνοπαίου ἡγουμένωι Σαταβοῦτι Ὥρου ὅπως εἰδῆι ἀκολούθως τῆι δηλουμένηι συγγραφῆι ἐμοὶ μένηι ἡ ἐπιβάλλουσα τῶι Ἁρπαγάθηι ἐπιβολὴ τῶν φιλανθρώπων ὡς καὶ ἐπʼ ἄλλων σύνηθές ἐστιν κατὰ μηδὲν ἐλαττουμένου μου ἐν τῇ ἐπὶ τὸν Ἁρπαγάθην πράξει. εὐτύχει