Ancient Greek
CPR 17.1 19
Documentary Papyri, Cpr 17a 19
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Ἀδελφίῳ γυμνασιάρχῳ βουλευτῇ Ἑρμοῦ πόλεως Αὐρήλιος Ψ…υ…ις Κολλούθου μητρὸς Μελιτίνης αὐλητὴς ἀπὸ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογῶ συντεθεῖσθαι καὶ συμπεπεῖσθαι πρὸς σὲ τὸν γεοῦχον ὥστε με ἀπαντήσειν πρὸς κώμην …ριν καὶ τρύγας τῶν ὄντων ἐκεῖ ἀμπελικῶν χωρίων μετὰ τῶν συντεταγμένων ληνοβατῶν καὶ ἀμέμπτως ὑπηρετήσασθαι τοῖς ληνοβάταις καὶ τοῖς ἄλλοις ἐν τῇ αὐλήσει καὶ μὴ ἀπολειφθῆναι τῶν ληνοβατῶν μέχρι λήξεως αὐτῆς τῆς τρύγης τῆς προσαγούσης εὐτυχοῦς δεκάτης ἰνδικτίωνος, ἐπὶ δὲ τῇ αὐλήσει καὶ τῇ τέρψει λήμψομαι τὰ ἑσταμένα παρὰ τῶν ὑπευθύνων. τὸ σύμφωνον κύριον ὃ καὶ μοναχῶς ἐξεδόμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Χοιὰκ κδ. Αὐρήλιος Ψ…υ…ις ἀποπληρώσω τὰ γεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Πινουτίων βοηθὸς Ἀνικήτου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …συμφων …λη…