Ancient Greek
CPR 17.1 26
Documentary Papyri, Cpr 17a 26
Not analysed yet
κυρίοις μου ἀδελφοῖς Δημητρίῳ καὶ Ἀδελφίῳ Κάνωπος χαίρειν. τινῶν αἰτιασαμένων ὑμᾶς παρὰ τῇ ἀρετῇ τοῦ κυρίου μου ἡγεμόνος ὡς παρὰ τὴν τῶν πραγμάτων τάξιν μερισάντων αὐτοὺς χρυσόν, ἐκέλευσεν ἡ ἀρετὴ αὐτοῦ ὑμᾶς παρεῖναι καὶ τούτου ἕνεκεν ἐδέησεν γραφῆναι ὑμῖν ὅπως ὑπὸ τὴν νύκτα ἀπαντήσητε ἐπὶ τὴν Ἀντινόου κατὰ τὰ προστεταγμένα ὑπὸ τῆς ἀρετῆς αὐτοῦ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις, ἀδελφοί.