Ancient Greek
CPR 17.1 7
Documentary Papyri, Cpr 17a 7
Not analysed yet
Αὐρήλιος Σαραπίων ναύκληρος ἀπὸ τοῦ Μενδησίου πλοίου δημοσίου ἀγωγῆς Εσ ὧ παράσημον …χος Αὐρηλίῳ Ἀδελφίῳ ἄρξαντι βουλευτῇ Ἑρμοῦ πόλεως ὑπὲρ θ πάγου κώμης Σιναρχήβεως χαίρειν. μεμέτρημαι καὶ ἐνεβαλόμην παρὰ σοῦ εἰς τὸ προκίμενον πλοῖον ὑπὲρ ε ἰνδικτίωνος κανόνος πυροῦ καθαροῦ σὺν ἑκατοσταῖς δέκα ἀρτάβας τεσσεράκοντα τέσσαρας ἥμισυ, γίνονται ἀρτάβαι μδ 𐅵καὶ τούτων τὰ κούμουλα καὶ τὸ δηνάριον ἑκάστου μοδίου. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ὀουινίου Γαλλικανοῦ καὶ Καισωνίου Βάσσου τῶν λαμπροτάτων Μεσορὴ κθ. Αὐρήλιος Σαραπίων ὁ προκίμενος ἐνεβαλόμην τὰς προκιμένας τοῦ πυροῦ ἀρτάβας τεσσεράκοντα τέσσαρας ἥμισυ μόνας ὡς πρόκιται. Αὐρήλιος Φιβίων Ἑρμοῦ ναύκληρος ἀπὸ Ἑρμοῦ πόλεως διʼ ἐμοῦ Τριαδέλφου κυβερνήτου Αὐρηλίῳ Ἀδελφίῳ χαίρειν. μεμέτρημαι καὶ ἐνεβαλόμην εἰς τὸ παρακείμενον πλοῖον ὑπὲρ ἰδιωτικοῦ κανόνος κώμης Σιναρχήβεως τοῦ θ πάγου γενήματος ε ἰνδικτίωνος κριθῆς καθαρὰς ἀρτάβας τριάκοντα γίνονται κριθῆς ἀρτάβαι λ καὶ τούτων τὴν ἀπογόμωσιν καὶ τὸ δηνάριον τοῦ μοδίου. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ὀουινίου Γαλλικανοῦ καὶ Καισωνίου βάσσου τῶν λαμπροτάτων, Μεσορὴ ἐπαγομένων β. Αὐρήλιος Φιβίων Ἑρμοῦ διʼ ἐμοῦ Τριαδέλφου κυβερνήτου μεμέτρημαι καὶ ἐνεβαλόμην ὡς πρόκειται Αὐρήλιος …λων Ὀφελλίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.