Ancient Greek
CPR 18 10
Documentary Papyri, Cpr 18 10
Not analysed yet
Ἀνδρόμαχος Πέρσης τῶν Ἀνδρίσκου τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ὁμολογεῖ προέχειν παρὰ Διφίλου Θραικὸς τῆς τῶν Θεσσαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱππαρχίας ἑβδομηκονταρούρου …πυρῶν ἀρτάβας τετρακοσίας εἰς τὰ ἐκφόρια τοῦ ιζ ἔτους τῶν ἑβδομήκοντα ἀρουρῶν ὧν ἐμίσθωσεν αὐτῶι Ἀνδρόμαχος. συγγραφοφύλαξ Ξένων Μακεδὼν τῆς γ ἱππαρχίας τῶν οὔπω ὑπὸ ἡγεμόνα τριακοντάρουρος. ἦν Ἀνδρόμαχος ὡς ἐτῶν λ μέσος μελίχρως οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. Δίφιλος ὡς ἐτῶν μ εὐμεγέθης μελάγχρως στρογγυλοπρόσωπος. Ξένων ὡς ἐτῶν μη μέσος μελίχρως ὑπο… χα…ς ἀναφάλανθος ὦτα προσεσταμένα. ἐγράφη ἔτους ιϛ Ἀρτεμισίου.