Ancient Greek
CPR 18 16
Documentary Papyri, Cpr 18 16
Not analysed yet
Ἡραὶς …αίου …σία μετὰ κυρίου Εὐμένου τοῦ …Κυρηναίου τῆς ἐπιγονῆς ἐδάνεισεν …Φιλίππωι Φιλίππου …τῶν οὔπω ἐπηγμένων Ἀλεξανδρεῖ τῆς ἐπιγονῆς χαλκοῦ δραχμὰς …ιακοσίας ἑβδομήκοντα …ἀτόκους. ἀποδώσει δὲ Φίλιππος Ἡραίδι τὸ δάνειον ἐν μηνὶ …τοῦ …ἔτους. ἔγγυος εἰς ἔκτισιν Μυρτάλη Η…α…υ Περσίνη μετὰ κυρίου τοῦ αὑτῆς ἀνδρὸς Φιλίππου τοῦ …χρ…τ… τῶν οὔπω ἐπηγμένων Ἀλεξανδρέως τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Ἀριστέας Ἀχαιὸς τῶν …τῆς ε ἱππαρχίας ἑκατοντάρουρος. ἦν Ἡραὶς ὡς ἐτῶν κε μέση μελίχρως στρογγυλοπρόσωπος φακὸς μήλωι δεξιῶι. Εὐμένης ὡς ἐτῶν λζ μέσος λευκόχρως οὐλὴ ὀφρύι δεξιᾶι. Φίλιππος ὡς ἔτων μ μέσος μελίχρως μακροπρόσωπος ἀναφάλανθος ὑπόγρυπος. Μυρτάλη ὡς ἐτῶν κη μέση μελίχρως μακροπρόσωπος …ος τὸν ἀριστερὸν ὀφθαλμόν. Φίλιππος ὡς …Ἀριστέας ὡς ἐτῶν μγ μέσος μελίχρως μακροπρόσωπος. ἐγράφη ἔτους ιϛ Δ…. γίνεται ε Ὀξυρύγχων.