Ancient Greek
CPR 18 2
Documentary Papyri, Cpr 18 2
Not analysed yet
Μενέλαος Μακεδὼν τῶν ἐκ τοῦ Ἡρακλεοπολίτου πρώτων τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ἐμίσθωσεν Διοδώρωι …ργαι…ι τῶν Ἀνδρίσκου τῆς ε ἱππαρχίας ἑκατονταρούρωι πρὸς ταῖς ἐνενήκοντα ἀρούραις, ἃς προεμεμίσθωτο περὶ Τεπτῦνιν τοῦ ιγ ἔτους, τὰς λοιπὰς ἀρούρας δέκα ἀπὸ μηνὸς Δύστρου τοῦ ιϛ ἔτους εἰς ἐνιαυτὸν ἐκφορίου τακτοῦ πυρῶν ἀρταβῶν ὀγδοήκοντα ἀκίνδυνον πλὴν ἀβρόχου. ἀποδώσει Διόδωρος Μενελάωι τὸ ἐκφόριον ἐν μηνὶ Περιτίωι τοῦ ιϛ ἔτους πρὸ τοῦ εἰς τὰς δέκα ἀρούρας ἐμβῆναι καὶ καταστησάτω εἰς τὸ Ἡρακλείδου ἐποίκιον πρὸς Μενέλαον. συγγραφοφύλαξ Πολεμοκράτης …δ… τῶν Πτολεμαίου τοῦ Ναυτᾶ τῆς ε ἱππαρχίας …άρουρος. ἦν Μενέλαος ὡς ἐτῶν κ μέσος μελίχρως στρογγυλοπρόσωπος κλαστόθριξ. Διόδωρος ὡς ἔτων λε εὐμεγέθης μελίχρως μακροπρόσωπος οὐλὴ …Πολεμοκράτης ὡς ἐτῶν με μέσος μελίχρως στρογγυλοπρόσωπος κα…ριν φακὸς …φ…. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.