Ancient Greek
CPR 18 25
Documentary Papyri, Cpr 18 25
Not analysed yet
Μέλας Πτολεμαίου Μυσὸς τῆς ἐπιγονῆς ὁμολογεῖ ἔχειν παρὰ Φιλοναύτου τοῦ Καλλικράτους Ἀχαιοῦ τῆς ἐπιγονῆς χαλκοῦ δραχμὰς ἑξακοσίας τιμὴν τοῦ ὑπάρχοντος αὑτῶι ψιλοῦ τόπου καὶ τοῦ ἐν αὐτῶι οἰκήματος τοῦ ὄντος ἐν κώμηι Ταλί. δότω δὲ Μέλας Φιλοναύτηι ὠνὴν ἐν τῶι δημοσίωι ἐν ἡμέραις δέκα ἀφʼ ἦς ἂν αὐτῶι προείπηι Φιλοναύτης τὰ δʼ ἀνηλώματα τὰ εἰς τὴν ὠνὴν Φιλοναύτου τασσομένου. συγγραφοφύλαξ Διονύσιος Λα…του Μακεδὼν τῆς ἐπιγονῆς. ἦν Μέλας ὡς ἐτῶν λϛ μέσος λευκόχρως …οὐλὴ ὀφρύι δεξιᾶι …Φιλοναύτης ὡς ἐτῶν κ μέσος μελίχρως στρογγυλοπρόσωπος Διονύσιος ὡς ἐτῶν …μέσος μελίχρως μακροπρόσωπος ἀναφάλανθος οὐλὴ …ἐγράφη ἔτους ιϛ …