Ancient Greek
CPR 8 60
Documentary Papyri, Cpr 19 31
Not analysed yet
…Στεφανἀπὸ κώμης Τεμσεὺ Σκόρδων τοῦ Ἑρμοπολίτου νομοῦ Αὐρηλίᾳ Θεονίλλᾳ Θεοδώρου ἀπὸ τῆς Ἑρμοπολιτῶν χαίρειν. ὁμολογῶ πεπληρῶσθαι παρὰ τῆς σῆς κοσμιότητος τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καί συναρεσάσης τελείας τιμῆς οἴνου νέου μούστου κνιδίων διακοσίων πεντήκοντα γίνεται οἴνου κνίδια σν ἅπερ σοι ἀποδώσω τῷ Μεσορὴ μηνὶ τῆς εὐτυχοῦς ὀγδόης ἰνδικτίωνος ἐν οἴνῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρου τοῦ ὅλου χωρίου σοῦ παρεχούσης τὰ κοῦφα αὐτῶν ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμμάτιον πάντων μοι τῶν ὑπαρχόντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Παπνοῦθις Φοιβάμμωνος ὁ προκείμενος πεπλήρωμαι τῶν τοῦ οἴνου κνιδίων διακοσίων πεντήκοντα καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Θεότιμος Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.