Ancient Greek
CPR 19 9
Documentary Papyri, Cpr 19 9
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Εὐσεβίου τοῦ λαμπροτάτου τὸ β Ἁθὺρ ιε δ ἰνδικτίωνος. Φλαουίῳ Καλλινίκῳ τῷ λαμπροτάτῳ καὶ αἰδεσίμῳ πολιτευομένῳ τῆς Ἑρμουπολιτῶν υἱῷ τοῦ τῆς εὐδοκιμωτάτης μνήμης Ἑλλαδίου παρὰ Αὐρηλίας Ῥαχῆλ Ἀπολλῶτος μητρὸς ἀπὸ κώμης Σκόρδων τοῦ Ἑρμοπολίτου νομοῦ. ὁμολογῶ ἐκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος ἐφ' ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης σήμερον ἡμέρας ἥτις ἐστὶν Ἁθὺρ πέμπτη καὶ δεκάτη τῆς παρούσης τετάρτης ἰνδικτίωνος ……πρὸς ἐπι… ἐνοικίου τούτου κατ' ἔτος ……ς ἡμετερ… …ὁπόταν βουληθῇς ἔχειν παραδώσω ……βατα… …αιε… μίσθωσις Ῥαχῆλ Ἀπολλῶτος …